Ομηρικοί Ύμνοι
|
Εις Μούσας και Απόλλωνα
μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε: ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί, ἐκ δὲ Διὸς βασιλῆες: ὃ δ' ὄλβιος, ὅν τινα Μοῦσαι 5 φίλωνται: γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατ' ἀοιδήν: αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
<@=@=@> |
|
|
|