Ομηρικοί Ύμνοι
|
Εἲς Μητέρα Θεῶν
μητέρα μοι πάντων τε θεῶν πάντων τ' ἀνθρώπων ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο, ᾗ κροτάλων τυπάνων τ' ἰαχὴ σύν τε βρόμος αὐλῶν εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων 5
οὔρεά τ' ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.
καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ' ἅμα πᾶσαι ἀοιδῇ.
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
<@=@=@> |
|
|
|