Ομηρικοί Ύμνοι


Εἲς Ἑρμῆν (2)




Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,

Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,

ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,

Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,


αἰδοίη: μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον, 5

ἄντρῳ ναιετάουσα παλισκίῳ: ἔνθα Κρονίων

νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,

εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην:

λάνθανε δ' ἀθανάτους τε θεοὺς θνητούς τ' ἀνθρώπους.


καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ: 10

σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

[χαῖρ'. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]


Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License

<@=@=@>