Ομηρικοί Ύμνοι
|
Εις Ηρακλέα Λεοντόθυμον
Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ' ἄριστον γείνατ' ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι: ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
πλαζόμενος πομπῇσιν ὕπ' Εὐρυσθῆος ἄνακτος 5 πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ' ἀνέτλη: νῦν δ' ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
χαῖρε, ἄναξ, Διὸς υἱέ: δίδου δ' ἀρετήν τε καὶ ὄλβον.
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
<@=@=@> |
|
|
|