Ομηρικοί Ύμνοι
|
Εἲς Ἥφαιστον
Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια, ὃς μετ' Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες. 5
νῦν δὲ δι' Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
ἀλλ' ἵληθ', Ἥφαιστε: δίδου δ' ἀρετήν τε καὶ ὄλβον.
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
<@=@=@> |
|
|
|