Ομηρικοί Ύμνοι


Εἲς Δημήτραν




Δήμητρ' ἠύκομον, σεμνὴν θεόν, ἄρχομ' ἀείδειν,

αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς

ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,

νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, 5

παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις

ἄνθεά τ' αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ' ἴα καλὰ

λειμῶν' ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον

νάρκισσόν θ', ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ

Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, 10

θαυμαστὸν γανόωντα: σέβας τό γε πᾶσιν ἰδέσθαι

ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις:

τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει:

κὦζ' ἥδιστ' ὀδμή, πᾶς τ' οὐρανὸς εὐρὺς ὕπερθεν

γαῖά τε πᾶσ' ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. 15

ἣ δ' ἄρα θαμβήσασ' ὠρέξατο χερσὶν ἅμ' ἄμφω

καλὸν ἄθυρμα λαβεῖν: χάνε δὲ χθὼν εὐρυάγυια

Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων

ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.




ἁρπάξας δ' ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν 20

ἦγ' ὀλοφυρομένην: ἰάχησε δ' ἄρ' ὄρθια φωνῇ,

κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.

οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων

ἤκουσεν φωνῆς, οὐδ' ἀγλαόκαρποι ἐλαῖαι†

εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα 25

ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,

Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,

κούρης κεκλομένης πατέρα Κρονίδην: ὃ δὲ νόσφιν

ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,

δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. 30

τὴν δ' ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι

πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,

ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.




ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα

λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα 35

αὐγάς τ' ἠελίου, ἔτι δ' ἤλπετο μητέρα κεδνὴν

ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,

τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ:

... ἤχησαν δ' ὀρέων κορυφαὶ καὶ βένθεα πόντου

φωνῇ ὑπ' ἀθανάτῃ: τῆς δ' ἔκλυε πότνια μήτηρ.


Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License

<@=@=@>