Ομηρικοί Ύμνοι
|
Εἲς Ἀπόλλωνα [Δήλιον]
μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο, ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα: καί ῥά τ' ἀναί̈σσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο πάντες ἀφ' ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει. 5 Λητὼ δ' οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, ἥ ῥα βιόν τ' ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην, καί οἱ ἀπ' ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο πασσάλου ἐκ χρυσέου: τὸν δ' ἐς θρόνον εἷσεν ἄγουσα. 10 τῷ δ' ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ δεικνύμενος φίλον υἱόν: ἔπειτα δὲ δαίμονες ἄλλοι ἔνθα καθίζουσιν: χαίρει δέ τε πότνια Λητώ, οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε. χαῖρε, μάκαιρ' ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα, 15 Ἀπόλλωνά τ' ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ, κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον, ἀγχοτάτω φοίνικος, ἐπ' Ἰνωποῖο ῥεέθροις.
πῶς τ' ἄρ σ' ὑμνήσω πάντως εὔυμνον ἐόντα; 20 πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ' ἀοιδῆς, ἠμὲν ἀν' ἤπειρον πορτιτρόφον ἠδ' ἀνὰ νήσους: πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι ὑψηλῶν ὀρέων ποταμοί θ' ἅλαδε προρέοντες ἀκταί τ' εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης. 25 ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ, Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν, ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις. 30 ὅσσους Κρήτη τ' ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν νῆσός τ' Αἰγίνη ναυσικλειτή τ' Εὔβοια, Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος Θρηίκιός τ' Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα Θρηικίη τε Σάμος Ἴδης τ' ὄρεα σκιόεντα, 35 Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, Ἴμβρος τ' εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα Λέσβος τ' ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος, καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται, παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα 40 καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ' αἰπεινὰ κάρηνα Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων, καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα Νάξος τ' ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα, 45 τόσσον ἔπ' ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
<@=@=@> |
|
|
|