Ομηρικοί Ύμνοι
|
Εις Αφροδίτην (3)
κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι μείλιχα δῶρα δίδωσιν, ἐφ' ἱμερτῷ δὲ προσώπῳ αἰεὶ μειδιάει καὶ ἐφ' ἱμερτὸν θέει ἄνθος.
χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα 5
εἰναλίης τε Κύπρου: δὸς δ' ἱμερόεσσαν ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
<@=@=@> |
|
|
|