Ομηρικοί Ύμνοι


Εις Αφροδίτην




μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης,

Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε

καί τ' ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων

οἰωνούς τε διιπετέας καὶ θηρία πάντα, 5

ἠμὲν ὅσ' ἤπειρος πολλὰ τρέφει ἠδ' ὅσα πόντος:

πᾶσιν δ' ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.



τρισσὰς δ' οὐ δύναται πεπιθεῖν φρένας οὐδ' ἀπατῆσαι:

κούρην τ' αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην:

οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης, 10

ἀλλ' ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος

ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ' ἀλεγύνειν.

πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε

ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.

ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν 15

ἀγλαὰ ἔργ' ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.

οὐδέ ποτ' Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν

δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.

καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,

φόρμιγγές τε χοροί τε διαπρύσιοί τ' ὀλολυγαὶ 20

ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.

οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ' Ἀφροδίτης,

Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,

αὖτις δ' ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,

πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων: 25

ἣ δὲ μαλ' οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν:

ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,

ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,

παρθένος ἔσσεσθαι πάντ' ἤματα, δῖα θεάων.

τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο 30

καὶ τε μέσῳ οἴκῳ κατ' ἄρ' ἕζετο πῖαρ ἑλοῦσα.

πᾶσιν δ' ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι

καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.


Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License

<@=@=@>